tullius geminus
εἰς ἄγαλμα τοῦ αὐτοῦἭρακλες, ποῦ σοι πτόρθος μέγας, ἥ τε Νέμειος
χλαῖνα, καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη;
ποῦ σοβαρὸν βρίμημα; τί ς1᾽ ἔπλασεν ὧδε κατηφῆ
Λύσιππος, χαλκῷ τ᾽ ἐγκατέμιξ᾽ ὀδύνην;
ἄχθῃ γυμνωθεὶς ὅπλων σέο: τίς δὲ ς1᾽ ἔπερσεν;
‘ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.’