anonymi epigrammatici
νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν
φῦλα διατμήξας εἷλον ἄνευ δόρατος: [p. 48]
οὐ μὲν ὁ Τυδείδης, οὐδ᾽ ὁ πτολίπορθος Ὀδυσσεὺς
τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι:
ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων
Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.