erycius
εἰς τὸν αὐτόνὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον
πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας
εἰς γάμον οὐκ ἀνέτοιμον ἔχει δέ σε δίψα γυναικῶν,
ὦ 'γαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις.
ἀλλὰ καταπρήϋνε τὸν ἐξῳδηκότα φαλλὸν
τόνδε, καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι:
οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρ᾽ Ἕλλης
ᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.