Herodicus
φεύγετ᾽, Ἀριστάρχειοι, ἐπ᾽ εὐρέα νῶτα θαλάσσης
Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, [p. 170]
γωνιοβόμβυκες μονοσύλλαβοι, οἷσι μέμηλε
τὸ σφὶν καὶ σφῶιν, καὶ τὸ μὶν ἠδὲ τό νίν.
τοῦθ᾽ ὑμῖν εἴη, δυσπέμφελοι: Ἡροδίκῳ δὲ
Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.