gaius cornelius gallus
εἰς Τάνταλον ἐπὶ ποτηρίου γεγλυμμένονοὗτος ὁ πρὶν μακάρεσσι συνέστιος, οὗτος ὁ νηδὺν
πολλάκι νεκταρέου πλησάμενος πόματος,
νῦν λιβάδος θνητῆς ἱμείρεται: ἡ φθονερὴ δὲ
κρᾶσις ἀεὶ χείλευς ἐστὶ ταπεινοτέρη.
‘ πῖνε,’ λέγει τὸ τόρευμα,
καὶ ὄργια μάνθανε σιγῆς:
οἱ γλώσσῃ προπετεῖς ταῦτα κολαζόμεθα.