anonymi epigrammatici
πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος
εἰς μίαν ἠριγένειαν ἑλὼν, ἤμειψε μὲν ἵππους [p. 382]
ἀντιπάλοις: κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα,
τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας.
πολλάκι δ᾽ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ,
τίς μιν ἔχοι: κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.