previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


simias
1
Ἀνδροθέᾳ δῶρον Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ
τᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν
οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,
νῦν δ᾽ ἐς Ὁμήρειον ἔβα κέλευθον,
τρὶς μάκαρ, ὃν σὺ θυμῷ
ὅδ᾽ ὄλβος
ἀεὶ πνεῖ.
ἵλαος ἀμφιδερχθῇς.
σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς:
ἀλλ᾽ ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής:
Δαρδανιδᾶν, χρυσοβαφεῖς τ᾽ ἐστυφέλιξ᾽ ἐκ θεμέθλων ἄνακτας:
ὤπας1 Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος.2
Ἀνδροθέᾳ δῶρον Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ
ὠπας1 Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος,
τᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν
Δαρδανιδᾶν, χρυσοβαφεῖς τ᾽ ἐστυφέλιξ᾽ ἐκ θεμέθλων ἄνακτας:
οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,
ἀλλ᾽ ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κέλευθον δυσκλής:
νῦν δ᾽ ἐς Ὁμήρειον ἔβα κέλευθον,
σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς:
τρὶς μάκαρ ὃν σὺ θυμῷ
ἵλαος ἀμφιδερχθῇς.
ὅδ᾽ ὄλβος
ἀεὶ πνεῖ.

1 to be written thus:

2 To be read thus.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: