damagetus
ἐκ Νεμέης ὁ λέων, ἀτὰρ ὁ ξένος Ἀργόθεν αἷμα,
πολλὸν ὁ μὲν θηρῶν λῷστος, ὁ δ᾽ ἡμιθέων.
ἔρχονται δ᾽ ἐς ἀγῶνα καταντίον ὄμμα βαλόντες
λοξὸν ὑπὲρ ζωᾶς ἀμφότεροι σφετέρας.
Ζεῦ πάτερ, ἀλλ᾽ εἴη τὸν ἀπ᾽ Ἄργεος ἀνέρα νικᾶν,
ἐμβατὸς ὡς αὖ τοι καὶ Νεμέα τελέθοι.