anonymi epigrammatici
ἄλλοις μὲν γεράων πρόφασις χρόνος: οἱ δ᾽ ἐπὶ νίκαις
κρινόμενοι πολιῆς οὐ χατέουσι κόμης,
ἀλλ᾽ ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίων
Πορφύριος δώρων δὶς λάχεν ἀγλαΐην,
οὐκ ἐτέων δεκάδας, νίκης δ᾽ ἑκατοντάδας αὐχῶν
πολλάς, καὶ πάσας συγγενέας Χαρίτων.