anonymi epigrammatici
τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται
παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,
ἀκτίνων ἀντωπὸν ὁ δ᾽ ἥσυχος ἔνδοθι δαίμων
κεῖται, ὁ καὶ πάτρᾐ δεξιτερὴν τανύσας
κεκλιμένῃ, καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας
ἱερὸνἐκ πατρὸς παιδὶ νεαζόμενον
ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δ᾽ Ἀτθὶς
πυρκαϊῇ, σέβεται δ᾽ Ἑλλὰς ἅπασα πόλις. [p. 114]