philippus
εἰς τὸ αὐτόὤλεσα τὸν Νεμέας θῆρ᾽ ἄπλετον, ὤλεσα δ᾽ ὕδρην
καὶ ταῦρον, κάπρου δ᾽ ἀμφετίναξα γένυν
ζωστῆρ᾽ ἑλκύσσας, πώλους Διομήδεος εἷλον
χρύσεα μᾶλα κλάσας, Γηρυόνην ἔλαβον
Αὐγείας μ᾽ ἐδάη: κεμὰς οὐ φύγεν ἔκτανον ὄρνις:
Κέρβερον ἠγαγόμην αὐτὸς Ὄλυμπον ἔχω. [p. 210]