anonymi epigrammatici
Ἡρακλέους ἆθλοιπρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα,
δεύτερον, ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδραν.
τὸ τρίτον αὖτ᾽ ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον.
χρυσόκερων ἔλαφον μετὰ ταῦτ᾽ ἤγρευσε, τέταρτον.
πέμπτον δ᾽, ὄρνιθας Στυμφαλίδας ἐξεδίωξεν.
ἕκτον, Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν.
ἕβδομον, Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν.
ὄγδοον, ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον.
εἴνατον, ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους.
Γηρυόνου, δέκατον, βόας ἤγαγεν ἐξ Ἐρυθείης.
Κέρβερον, ἑνδέκατον, κύν᾽ ἀνήγαγεν ἐξ Ἀίδαο.
δωδέκατον, ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα.
τὸ τρισκαιδέκατον, τοῖον λυγρὸν ἔσχεν ἄεθλον
μουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις.