anonymi epigrammatici
εἰς εἰκόνα ἑτέραν τοῦ αὐτοῦοἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳ
νυκτί, καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον,
κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθε
Ἀλκείδη, τοίην εἰκόνα σου βλέπομεν.
Ἀλκμήνης δ᾽ ὠδῖνας ἔχει λίθος: αἱ δὲ μεγαυχεῖς
Θῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι.