Julianus
εἰς τὴν ἐν Σπάρτᾐ ἔνοπλον Ἀφροδίτηναἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην,
τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης:
αἰδομένη δ᾽ ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργου
φίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις.
ὑμεῖς δ᾽ ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρης
ἁζόμεναι, παῖδας τίκτετε θαρσαλέους. [p. 260]