anonymi epigrammatici
οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον,
οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης,
οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή,
οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη,
οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη,
οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.
οὐ γὰρ ἔφυ χθονὸς ἔργον: ἀπ᾽ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι
πέμψαν, ἵν᾽ ἡμερίοις δῶρα ποθητὰ φέροι.