anonymi epigrammatici
ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ
Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας.
πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους,
λάζετο δ᾽ ἀντιπάλων, καὶ πάλιν ἐστέφετο.
ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή,
‘ὃς Βενέτους τέρψει, Κοίρανε, καὶ Πρασίνους.’