anonymi epigrammatici
ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη
πρὸς δισσαῖς ἑτέραις, εἵνεκεν ἱπποσύνης.
οὐ γὰρ ὃ γ᾽ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην,
ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ.
τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν ἀλλὰ καὶ αὐτὴν
δήμου τὴν προτέρην παῦσε διχοστασίην.