germanus
χρησμὸς δοθεὶς Ἰουλιανῷ τῷ ἀποστάτῃ, ὅτε τὴνγενέθλιον ἡμέραν ἐπιτελῶν ἑαυτοῦ διῆγεν περὶ
Κτησιφῶντα ἀγῶνας ἱππικοὺς θεώμενος
γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς,
ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ᾽ ἔχουσιν.
Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς
μαρνάμενος πόλιας πόλιας καὶ τείχεα μακρὰ
ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ,
νωλεμέως δ᾽ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα:
ὃς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας
ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.