anonymi epigrammatici
εἰς ΠορφύριονΠορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει,
πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις,
πᾶσι μεθ᾽ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον,
ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον.
ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δ᾽ ἐνὶ χαλκῷ
τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.