anonymi epigrammatici
ὑμῖν δ᾽, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,
ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ᾽ ἀνδράσι Περσεΐδῃσι
πέρθεται: ἢ τὸ μὲν οὐχί, ἀφ᾽ Ἡρακλέους δὲ γενέθλης
πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.
οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων
ἀντιβίην Ζηνὸς γὰρ ἔχει μένος: οὐδέ ἑ φημι
σχήσεσθαι, πρὶν τῶνδ᾽ ἕτερον διὰ πάντα δάσηται.