philippus
1 ὡραίας γ᾽ ἐσορῶ τὰς ἰσχάδας: εἴ γε λαβεῖν μοι
συγχωρεῖς ὀλίγας. 2 θίγγανε μηδεμιᾶς.
3 ὀργίλος ὡς ὁ Πρίηπος. 4 † ἐρεῖς ἔτι καὶ κενὸς ἥξεις.
5 ναὶ λίτομαι. 6 δός μοι: καὶ γὰρ ἐγὼ δέομαι.
7 χρῄζεις γάρ, λέγε μοι, παρ᾽ ἐμοῦ τινος; 8 ἔστι νόμος που:
δὸς λάβε. 9 καὶ θεὸς ὢν ἀργυρίου σὺ
10 ἄλλο τι χρῆμα φιλῶ. 11 ποῖον τόδε; 12 τἀμὰ κατέσθων
σῦκα, δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.