moschus
εἰς Ἔρωτα ἀροτριῶνταλαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον
οὖλος Ἔρως, πήρην δ᾽ εἶχε κατωμαδίην
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
εἶπε δ᾽ ἄνω βλέψας αὐτῷ Διί:
πλῆσον ἀρούρας,
μή σε τὸν Εὐρώπης βοῦν ὑπ᾽ ἄροτρα βάλω.