anonymi epigrammatici
εἰς οἶνονἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι
Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος:
ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς
ἡμετέραις, Κρονίδην δ᾽ ἤκαχον εἰνάλιον
νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα
δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.