anonymi epigrammatici
πέμπτον μοι κλήρου, παῖ, λάμβανε: δωδέκατον δὲ
δέξο, δάμαρ: πίσυρες δ᾽ υἱέος οἰχομένου
παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ,
ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.
αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα:
Εὔβουλος δ᾽ ἐχέτω πέντε τάλαντα φίλος.
πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,
μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε:
ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε
μνᾶς ἐχέτω: Δᾶος δ᾽ εἴκοσι μνᾶς ἐχέτω,
πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ:
ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.
ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,
ῥέζετε δ᾽ Οὐδαίῳ Ζανὶ θυηπολίην
δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,
εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω. [p. 92]