anonymi epigrammatici
εἰς τὸν Μῶμοντίς τὸν ἐπ᾽ ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστον
Μῶμον ἀμωμήτοις χερσὶν ἀνεπλκάσατο;
ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος, οἷά τις ἔμπνους
ἀμπαύει λύπας, γυῖα βαρυνόμενος.
μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων,
πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας, [p. 318]
καὶ τὸ κατεσκληκὸς σκήνους βάρος: ᾇ μὲν ἐρείδει
ψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον,
ᾇ δὲ σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν,
κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος.