anonymi epigrammatici
πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι:
εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο,
ὄγκον ὁμοῦ καὶ κάλλος: ὅπερ Φύσις ὀψὲ τεκοῦσα
ὤμοσεν ‘ ὠδίνειν δεύτερον οὐ δύναμαι. ’
ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι: Πορφυρίῳ γάρ
πρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν.