agathias scholasticus
εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίουΘωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,
ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι,
θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ
εἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης.
αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου,
πλοῦτον ἀεξήσας, ἀλλὰ μετ᾽ εὐσεβίης.
εὔγνωμον τὸ πόνημα: τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,
εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;