anonymi epigrammatici
μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖς
ἰοὺς γυμνώσας, πρόσθε ποδῶν ἐθέμην, [p. 230]
μηδ᾽ ὅτι βαστάζω ῥόπαλον χερί, μηδ᾽ ὅτι δέρμα
ἀμφ᾽ ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω:
πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους:
καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι.