anonymi epigrammatici
οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν
δεξαμενὴν ὥραις, κρουνὸς ἅλις προρέων:
δεξιτερὸς δ᾽ ἄρ᾽ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις,
ὄφρα μιν ἐμπλήσει: δὶς δὲ τόσαις ὁ τρίτος.
εἰ δ᾽ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις,
εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.