anonymi epigrammatici
εἰ φθόνος ἠρεμέοι, κρίνειν δ᾽ ἐθέλοιεν ἀέθλους,
πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων
ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας:
‘ βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων. ’
ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ,
εἰς ἓν ἀολλίσσας, τηλίκος ἐξεφάνη.