alcaeus
οὐκέτ᾽ ἀνὰ Φρυγίην πιτυοτρόφον, ὥς ποτε, μέλψεις,
κροῦμα δι᾽ εὐτρήτων φθεγγόμενος δονάκων,
οὐδ᾽ ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας,
ὡς πρίν, ἐπανθήσει, νυμφογενὲς Σάτυρε.
δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ,
θνατὸς ἐὼν, θείαν εἰς ἔριν ἠντίασας. [p. 164]
λωτοὶ δ᾽ οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸν
ὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλ᾽ ἀίδαν.