anonymi epigrammatici
1 ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων
† πήγματα, καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε;
τίς σε παρὰ σμίλαισι, ποδίκροτον ἅμμα καθάψας,
θήκατο, τὸν Βρομίῳ σπάργαν᾽ ἑλιξάμενον;
2 ἀσχήμων ἔνδεια, καὶ ἁ πάντολμος ἀνάγκα,
ἅ με παρ᾽ Ἡφαίστῳ θῆκε μαριλοπόταν. [p. 168]