anonymi epigrammatici
ἐπιτύμβιον ἐν Νικαίᾳ πλησίον τῆς λίμνης ἐν τῷ ὀβελίσκῳΑὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον,
καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα:
ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν
κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.
ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας
μνᾶμα τόδ᾽ ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.