theophanes confessor
ἀντίγραφον πρὸς ταῦτα
καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,
ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δ᾽ ἀνταπερύκεις;
οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,
ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν,
Καλλιόπης ἀΐδρεις καὶ ἀπευθέες Ἡφαίστοιο,
πᾶσι σοφοῖς τ᾽ ἀσόφοις τε δορήϊον ἔμμεναι ἕδρην. [p. 120]