theodoridas
εἰς τὸ αὐτόστᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη
τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,
ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείην
ἄρτι, τὰ μέν, Φοίβου τόξα, τὰ δ᾽, Ἀρτέμιδος.
ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα,
πετροῦται: στενάχει δ᾽ ὑψιπαγὴς Σίπυλος,
γλώσσᾳ θνατοῖσιν δολία νόσος, ἇς ἀχάλινος
ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.