anonymi epigrammatici
ἐν τῷ Κάστρῳ τῆς Λίνδουεὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνην
δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης:
μέζων δ᾽ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις
παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων.
νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος
χῶρος καρπογόνους δερκόμενοις σκοπέλους:
ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς
Ἀγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων,
κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατ᾽ αἶαν
πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.