anonymi epigrammatici
χρησμὸς δοθεὶς τοῖς Μεγαρεῦσιγαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,
ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες,
ἄνδρες δ᾽ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης:
ἀλλ᾽ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ
Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,
Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο:
ὑμεῖς δ᾽, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι, οὐδὲ τέταρτοι,
οὐδὲ δυωδέκατοι, οὔτ᾽ ἐν λόγῳ, οὔτ᾽ ἐν ἀριθμῷ. [p. 64]