anonymi epigrammatici
εἰς ἄγαλμα ΠαλλάδοςΠαλλὰς ἐγὼ χρυσῆ σφυρήλατος: αὐτὰρ ὁ χρυσὸς
αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων.
ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ
Θέσπις, καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων,
αὐτὰρ ἐεικοστὴν Θεμίσων τὰ δὲ λοιπὰ τάλαντα
ἐννέα, καὶ τέχνη δῶρον Ἀριστοδίκου. [p. 28]