tullius geminus
εἰς τὸ αὐτόἀντί μ᾽ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ
Πραξιτέλης, μισθὸν καὶ θεὸν εὑρόμενος.
ἡ δ᾽ οὐκ ἠρνήθη τὸν τέκτονα: δεῖσε γάρ οἱ φρήν,
μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ.
ταρβεῖ δ᾽ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,
Πραξίτελες, τέχνην μητέρ᾽ ἐπισταμένη.