constantinus
εἰς τὴν εἰκόνα τῆς Θεοτόκουεἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε,
ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων,
ἵν᾽ ἐγράφης φωστῆρσιν, ὡς φωτὸς πύλη: [p. 122]
ἀλλ᾽ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις:
ἃ δ᾽ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος,
τούτοις παρ᾽ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.