archias
μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος
πτήσσετε, ληινόμοι γειαρόται Νεμέης:
ἦ γὰρ ὑφ᾽ Ἡρακλῆος ἀριστάθλοιο δέδουπεν,
αὐχένα θηροφόνοις ἀγχόμενος παλάμαις.
ποίμνας ἐξελάσασθε: πάλιν μυκηθμὸν ἀκούοι
ἠχώ, ἐρημαίης ἐνναέτειρα νάπης.
καὶ σύ, λεοντόχλαινε, πάλιν θωρήσσεο ῥινῷ
Ἥρης πρηΰνων μισονόθοιο χόλον.