anonymi epigrammatici
σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκη
παιδόθεν ἑσπομένη πᾶσαν ἐφ᾽ ἡλικίην.
πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν,
οὐδ᾽ ἴσον, οὐδ᾽ ὀλίγον εὕρεο λειπόμενον.
ἀλλ᾽ ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας,
ἥλικας ἡβήσας, γηραλέος δὲ νέους.