arabius
εἰς εἰκόνα Λογγίνου ὑπάρχου ἐν ΒυζαντίῳΝεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶ
καὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων,
καὶ πεδία ζείοντα πολυσπερέων Ἀγαρηνῶν
Λογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων,
ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων,
καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην. [p. 182]