previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τεχθῆναι δὲ ἐν λειμῶνι λέγεται, πρὸς νῦν τὸ ἱερὸν αὐτῷ ἐκπεπόνηται. καὶ μηδὲ τρόπος ἀγνοείσθω, ὃν ἀπετέχθη: ἀγούσῃ γὰρ τῇ μητρὶ τόκου ὥραν ὄναρ ἐγένετο βαδίσαι ἐς τὸν λειμῶνα καὶ ἄνθη κεῖραι, καὶ δῆτα ἀφικομένη αἱ μὲν δμωαὶ προσεῖχον τοῖς ἄνθεσιν ἐσκεδασμέναι κατὰ τὸν λειμῶνα, αὐτὴ δὲ ἐς ὕπνον ἀπήχθη κλιθεῖσα ἐν τῇ πόᾳ. κύκνοι τοίνυν, οὓς λειμὼν ἔβοσκε, χορὸν ἐστήσαντο περὶ αὐτὴν καθεύδουσαν, καὶ τὰς πτέρυγας, ὥσπερ εἰώθασιν, ἄραντες ἀθρόον ἤχησαν, καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι, δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτεκεν, ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. οἱ δὲ ἐγχώριοί φασιν, ὡς ὁμοῦ τε τίκτοιτο καὶ σκηπτὸς ἐν τῇ γῇ πεσεῖσθαι δοκῶν ἐμμετεωρισθείη τῷ αἰθέρι καὶ ἀφανισθείη ἄνω, τό, οἶμαι, ἐκφανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ἀνὴρ ἐγένετο, φαίνοντες οἱ θεοὶ καὶ προσημαίνοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: