previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐκ ἄν,’ ἔφημὰ τὴν Ἀθηνᾶν, εἴ τις ἐδίκαζε, τὸ δ᾽ ἄνευ δίκης καὶ μηδ᾽, εἰ ἀπολογοίμην, ἀκροασόμενος ἀκροασόμενος μέν, ἀποκτενῶν δὲ καὶ μὴ ἀδικοῦντα. οὐκ ἂν ἔμοιγ᾽ οὖν ξυνεχώρησας ἑλέσθαι ποτὲ ψυχρὸν οὕτω καὶ ἀνδραποδώδη θάνατον ἀντὶ τοῦ φιλοσοφίᾳ προσήκοντος: φιλοσοφίᾳ δέ, οἶμαι, προσήκει πόλιν ἐλευθεροῦντα ἀποθανεῖν γονεῦσι τοῖς ἑαυτοῦ καὶ παισὶ καὶ ἀδελφοῖς καὶ τῇ ἄλλῃ ξυγγενείᾳ ἀμύνοντα ὑπὲρ φίλων ἀγωνιζόμενον, οἳ ξυγγενείας αἱρετώτεροι σοφοῖς ἀνδράσιν οἳ ἠμπολημένοι ἐξ ἔρωτος, τὸ δὲ μὴ ἐπ᾽ ἀληθέσι, κεκομψευμένοις δ᾽ ἀποθανεῖν καὶ παρασχεῖν [p. 263] τῷ τυράννῳ σοφῷ δόξαι πολλῷ βαρύτερον εἴ τις, ὥσπερ φασὶ τὸν Ἰξίονα, μετέωρος ἐπὶ τροχοῦ κνάμπτοιτο. σοὶ δὲ ἀγῶνος οἶμαι ἄρξειν αὐτὸ τὸ ἥκειν ἐνταῦθα, σὺ μὲν γὰρ τῷ τῆς γνώμης ὑγιαίνοντι προστίθης τοῦτο καὶ τῷ μὴ ἂν θαρρῆσαι τὴν δεῦρο ὁδόν, εἴ τι ἠδίκεις, Δομετιανῷ δὲ οὐ δόξεις, ἀλλ᾽ ἀπόρρητόν τινα ἰσχὺν ἔχων θρασέως ἐρρῶσθαι. τὸ γὰρ καλοῦντος μέν, οὔπω δ᾽ ἡμέραι δέκα, ὥς φασι, σὲ δ᾽ ἀφῖχθαι πρὸς τὴν κρίσιν οὐδ᾽ ἀκηκοότα πω, ὡς κριθήσῃ, νοῦν τῇ κατηγορίᾳ δώσει, προγιγνώσκων γὰρ ἂν φαίνοιο καὶ λόγος περὶ τοῦ παιδὸς ἰσχύσει. καὶ ὅρα, μὴ τὰ περὶ Μοιρῶν καὶ ἀνάγκης, ὑπὲρ ὧν ἐν Ἰωνίᾳ διειλέχθαι σέ φασιν, ἐπὶ σὲ ἥκῃ καὶ βουλομένης τι τῆς εἱμαρμένης ἄτοπον, σὺ δ᾽ ἠναγκασμένος χωρῇς ἐπ᾽ αὐτὸ οὐκ εἰδώς, ὡς σοφώτερον ἀεὶ τὸ φυλάττεσθαι. εἰ δὲ μὴ ἐκλέλησαι τῶν ἐπὶ Νέρωνος, οἶσθά που τοὐμὸν καὶ ὅτι μὴ ἀνελεύθερος ἐγὼ πρὸς θάνατον. ἀλλ᾽ εἶχέ τι ῥᾳστώνης ἐκεῖνα: Νέρωνα γὰρ κιθάρα τοῦ μὲν προσφόρου βασιλείᾳ σχήματος ἐδόκει ἐκκρούειν, τὰ δὲ ἄλλα οὐκ ἀηδῶς ἥρμοττεν, ἦγε γάρ τινας πολλάκις δἰ αὐτὴν ἐκεχειρίας, καὶ ἀπείχετο τῶν φόνων: ἐμὲ γοῦν οὐκ ἀπέκτεινε καίτοι τὸ ξίφος ἐπ᾽ ἐμαυτὸν ἕλκοντα διὰ τοὺς σούς τε κἀμοῦ λόγους, οὓς ἐπὶ τῷ βαλανείῳ διῆλθον, αἴτιον δ᾽ ἦν τοῦ μὴ ἀποκτεῖναι τὸ τὴν εὐφωνίαν αὐτῷ ἐπιδοῦναι τότε καὶ τό, ὡς ᾤετο, μελῳδίας λαμπρᾶς ἅψασθαι. νυνὶ δὲ τίνι μὲν εὐφωνίᾳ, τίνι δὲ κιθάρᾳ θύσομεν; ἄμουσα γὰρ καὶ μεστὰ χολῆς πάντα, καὶ οὔτ᾽ ἂν ὑφ᾽ ἑαυτοῦ ὅδε οὔτ᾽ ἂν ὑφ᾽ ἑτέρων θελχθείη. καίτοι Πίνδαρος ἐπαινῶν τὴν λύραν φησίν, ὡς καὶ τὸν τοῦ Ἄρεος θυμὸν θέλγει καὶ τῶν πολεμικῶν ἴσχει αὐτόν, οὑτοσὶ [p. 264] δὲ καίτοι μουσικὴν ἀγωνίαν καταστησάμενος ἐνταῦθα καὶ στεφανῶν δημοσίᾳ τοὺς νικῶντας ἔστιν οὓς καὶ ἀπέκτεινεν αὐτῶν, ὕστατά φασι μουσικὴν ἀγωνίαν αὐλήσαντάς τε καὶ ᾄσαντας. βουλευτέα δέ σοι καὶ ὑπὲρ τῶν ἀνδρῶν, προσαπολεῖς γὰρ κἀκείνους θρασὺς δόξας εἰπών, μὴ πείσεις. σωτηρία δέ σοι παρὰ πόδα: τῶν γὰρ νεῶν τούτων, πολλαὶ δ᾽ , ὡς ὁρᾷς, εἰσίν, αἱ μὲν ἐς Λιβύην ἀφήσουσιν, αἱ δ᾽ ἐς Αἴγυπτον, αἱ δ᾽ ἐς Φοινίκην καὶ Κύπρον, αἱ δ᾽ εὐθὺ Σαρδοῦς, αἱ δ᾽ ὑπὲρ Σαρδώ: μιᾶς ἐπιβάντι σοι κομίζεσθαι κράτιστον ἐς ὁτιδὴ τῶν ἐθνῶν τούτων, αἱ γὰρ τυραννίδες ἧττον χαλεπαὶ τοῖς φανεροῖς τῶν ἀνδρῶν, ἢν ἐπαινοῦντας αἴσθωνται τὸ μὴ ἐν φανερῷ ζῆν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: