previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μειράκιον ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε, τοὺς δὲ ὄρνις ἐπαίδευε καὶ ξυνοίκους ἐπὶ σοφίᾳ ἐποιεῖτο: [p. 248] ἐδίδασκε δὲ αὐτοὺς λαλεῖν τε ὅσα οἱ ἄνθρωποι καὶ τερετίζειν ὅσα αὐλοί. τούτῳ περιτυχὼντίἔφηἐπιτηδεύεις;’ ἐπεὶ δὲ τάς τε ἀηδόνας αὐτῷ διῄει καὶ τοὺς κοψίχους καὶ ὁπόσα εὐγλωττίζοι τοὺς χαραδρίους, τὴν φωνὴν δὲ ἀπαίδευτον ἐφαίνετοδοκεῖς μοιἔφηδιαφθείρειν τοὺς ὄρνις, πρῶτον μὲν τῷ μὴ ξυγχωρεῖν αὐτοῖς τὸ ἑαυτῶν φθέγμα οὕτως ἡδὺ ὄν, ὡς μηδ᾽ ἂν τὰ μουσικὰ τῶν ὀργάνων ἐς μίμησιν αὐτοῦ καταστῆναι, εἶτα καὶ τῷ κάκιστα Ἑλλήνων αὐτὸς διαλεγόμενος μαθητὰς αὐτοὺς ποιεῖσθαι ἀφωνίας. ἐπιτρίβεις δ᾽ , μειράκιον, καὶ τὸν σεαυτοῦ οἶκον: βλέψαντι γὰρ ἐς τοὺς ἀκολούθους καὶ ὡς κατεσκεύασαι, τῶν ἁβρῶν ἔμοιγε καὶ οὐκ ἀπλούτων φαίνῃ, τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται κέντρα ἐπ᾽ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. καὶ τί χρήσῃ τῇ φιλορνιθίᾳ τότε; οὐδὲ γὰρ τὰ πασῶν ἀηδόνων μέλη ξυμφέρων ἀποσοβήσεις αὐτοὺς ἐγκειμένους τε καὶ ἐρείδοντας, ἀλλ᾽ ἐπαντλεῖν χρὴ τῶν ὄντων καὶ προβάλλειν αὐτοῖς τὸ χρυσίον, ὥσπερ τὰ μειλίγματα τοῖς κυσί, κἂν ὑλακτῶσιν, αὖθις διδόναι καὶ αὖθις, εἶτα αὐτὸν πεινῆν ὕστερον καὶ ἀπορεῖν. δεῖ δέ σοι ἐκτροπῆς λαμπρᾶς καὶ μεταβολῆς ἤδη τινὸς τῶν τρόπων, ὡς μὴ λάθῃς πτερορρυήσας τὸν πλοῦτον καὶ ἀξίως πράττων τοῦ θρηνεῖσθαι μᾶλλον ὑπ᾽ ὀρνίθων ᾄδεσθαι. τὸ δὲ φάρμακον τῆς μεταβολῆς οὐ μέγα, ἐστὶ γάρ τι ἐν ἁπάσαις πόλεσιν ἔθνος ἀνθρώπων, σὺ οὔπω μὲν γιγνώσκεις, καλοῦσι δὲ αὐτὸ διδασκάλους: τούτοις ἀπὸ τῆς οὐσίας μικρὰ δοὺς ἀσφαλῶς κεκτήσῃ τὰ πλείω, ῥητορικὴν γάρ σε παιδεύσουσι τὴν τῶν ἀγοραίων, ῥᾳδία δ᾽ τέχνη. εἰ μὲν γὰρ παῖδά σε ἑώρων ἔτι, ξυνεβούλευον ἂν φοιτᾶν ἐπὶ φιλοσόφων τε καὶ σοφιστῶν [p. 249] θύρας καὶ σοφίᾳ πάσῃ τὴν οἰκίαν τὴν σεαυτοῦ φράττειν, ἐπεὶ δὲ ἔξωρος τούτων τυγχάνεις ὤν, τὸ γοῦν ὑπὲρ σεαυτοῦ λέγειν ἔκμαθε, νομίσας, εἰ μὲν τὰ τελεώτερα ἔμαθες, κἂν ὅμοιος ἀνδρὶ ὁπλιτεύοντί τε καὶ φοβερῷ δόξαι, ταυτὶ δ᾽ ἐκμαθὼν τὴν τῶν ψιλῶν τε καὶ σφενδονητῶν σκευὴν ἕξεις, βάλλοις γὰρ ἂν τοὺς συκοφάντας, ὥσπερ τοὺς κύνας.’ ξυνῆκε τὸ μειράκιον τούτων καὶ τὰς τῶν ὀρνίθων διατριβὰς ἐκλιπὸν ἐς διδασκάλων ἐβάδισεν, ὑφ᾽ ὧν καὶ γνώμη αὐτῷ καὶ γλῶττα ἴσχυσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: