Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τοιαύτῃ καταστάσει φιλοσοφίας οὔσης ἔτυχε προσιὼν τῇ Ῥώμῃ, στάδια δὲ εἴκοσι καὶ ἑκατὸν ἀπέχων ἐνέτυχε Φιλολάῳ τῷ Κιττιεῖ περὶ τὸ νέμος τὸ ἐν τῇ Ἀρικίᾳ. ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι. οὗτος ἀναλύων ἀπὸ τῆς Ῥώμης αὐτός τε ἐῴκει φεύγοντι καὶ ὅτῳ ἐντύχοι φιλοσοφοῦντι παρεκελεύετο τὸ αὐτὸ πράττειν. προσειπὼν οὖν τὸν Ἀπολλώνιον ἐκέλευεν ἐκστῆναι τῷ καιρῷ, μηδὲ ἐπιφοιτᾶν τῇ Ῥώμῃ διαβεβλημένου τοῦ φιλοσοφεῖν, καὶ διηγεῖτο τὰ ἐκεῖ πραττόμενα θαμὰ ἐπιστρεφόμενος, μὴ ἐπακροῷτό τις αὐτοῦ κατόπιν. ‘σὺ δὲ καὶ χορὸν φιλοσόφων ἀναψάμενος’ εἶπε ‘βαδίζεις φθόνου μεστὸς οὐκ εἰδὼς τοὺς ἐπιτεταγμένους ταῖς πύλαις ὑπὸ Νέρωνος, οἳ ξυλλήψονταί σέ τε καὶ τούτους, πρὶν ἔσω γενέσθαι.’ ‘τί δ᾽’ εἶπεν ‘ὦ Φιλόλαε, τὸν αὐτοκράτορα σπουδάζειν φασίν;’ ‘ἡνιοχεῖ’ ἔφη ‘δημοσίᾳ καὶ ᾄδει παριὼν ἐς τὰ Ῥωμαίων θέατρα καὶ μετὰ τῶν μονομαχούντων ζῇ, μονομαχεῖ δὲ καὶ αὐτὸς καὶ ἀποσφάττει.’ ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ‘εἶτα’, ἔφη ‘ὦ βέλτιστε, μεῖζόν τι ἡγῇ θέαμα ἀνδράσι πεπαιδευμένοις ἢ βασιλέα ἰδεῖν ἀσχημονοῦντα; θεοῦ μὲν γὰρ παίγνιον ἄνθρωπος’ εἶπε ‘κατὰ τὴν Πλάτωνος δόξαν, βασιλεὺς δὲ ἀνθρώπον παίγνιον γιγνόμενος καὶ χαριζόμενος τοῖς ὄχλοις τὴν ἑαυτοῦ αἰσχύνην τίνας οὐκ ἂν παράσχοι λόγους τοῖς φιλοσοφοῦσι;’ ‘νὴ Δί᾽’, εἶπεν ὁ Φιλόλαος ‘εἴγε μετὰ τοῦ ἀκινδύνου γίγνοιτο, εἰ δὲ ἀπόλοιο ἀναχθεὶς καὶ Νέρων σε ὠμὸν φάγοι μηδὲν ἰδόντα ὧν πράττει, ἐπὶ πολλῷ ἔσται σοι τὸ ἐντυχεῖν αὐτῷ καὶ ἐπὶ πλείονι ἢ τῷ Ὀδυσσεῖ ἐγένετο, ὁπότε παρὰ τὸν [p. 155] Κύκλωπα ἦλθεν, ἀπώλεσε γὰρ πολλοὺς τῶν ἑταίρων ποθήσας ἰδεῖν αὐτὸν καὶ ἡττηθεὶς ἀτόπου καὶ ὠμοῦ θεάματος.’ ὁ δὲ Ἀπολλώνιος ‘οἴει γὰρ’ ἔφη ‘τοῦτον ἧττον ἐκτετυφλῶσθαι τοῦ Κύκλωπος, εἰ τοιαῦτα ἐργάζεται;’ καὶ ὁ Φιλόλαος ‘πραττέτω μέν’, εἶπεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.