previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ μήπω θαυμάσῃς τοὐμόν, εἰ ἐξ Ἰνδοῦ ἐς Ἰνδὸν διεδόθην: οὗτος γὰρδείξας τι μειράκιον εἴκοσί που γεγονὸς ἔτηπέφυκε μὲν [p. 100] πρὸς φιλοσοφίαν ὑπὲρ πάντας ἀνθρώπους, ἔρρωται δέ, ὡς ὁρᾷς, καὶ κατεσκεύασται γενναίως τὸ σῶμα, καρτερεῖ δὲ πῦρ καὶ τομὴν πᾶσαν, καὶ τοιόσδε ὢν ἀπεχθάνεται τῇ φιλοσοφίᾳ.’ ‘τί οὖν,’ εἶπεν Ἰάρχα, τὸ μειρακίου πάθος; δεινὸν γὰρ λέγεις, εἰ ξυντεταγμένος οὕτως ὑπὸ τῆς φύσεως μὴ ἀσπάζεται τὴν φιλοσοφίαν, μηδὲ ἐρᾷ τοῦ μανθάνειν καὶ ταῦτα ὑμῖν ξυνών.’ ‘οὐ ξύνεστιν,’ εἶπενἀλλ᾽ ὥσπερ οἱ λέοντες, ἄκων εἴληπται, καὶ καθεῖρκται μέν, ὑποβλέπει δὲ ἡμῶν τιθασευόντων αὐτὸν καὶ καταψώντων. γέγονε μὲν οὖν τὸ μειράκιον τοῦτο Παλαμήδης ἐν Τροίᾳ, κέχρηται δὲ ἐναντιωτάτοις Ὀδυσσεῖ καὶ Ὁμήρῳ, τῷ μὲν ξυνθέντι ἐπ᾽ αὐτὸν τέχνας, ὑφ᾽ ὧν κατελιθώθη, τῷ δὲ οὐδὲ ἔπους αὐτὸν ἀξιώσαντι. καὶ ἐπειδὴ μήθ᾽ σοφία αὐτόν τι, ἣν εἶχεν, ὤνησε. μήτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφ᾽ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν, Ὀδυσσέως τε ἥττητο ἀδικῶν οὐδέν, διαβέβληται πρὸς φιλοσοφίαν καὶ ὀλοφύρεται τὸ ἑαυτοῦ πάθος. ἔστι δὲ οὗτος Παλαμήδης, ὃς καὶ γράφει μὴ μαθὼν γράμματα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: