Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ [p. 173] βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατίσχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύσαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυρρηνὸς Ἀσρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρομένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, ‘πολλῶν’ εἶπε ‘Θηβαίων’. τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν, οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλήνων πράγματα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.