previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ ἀπῆλθεν, δ᾽ Ἀπολλώνιος ἀναπαύσας ἑαυτὸν ἐπὶ τῆς κλίνηςὕπνουἔφηδέομαι, Δάμι, χαλεπὴ γάρ μοι νὺξ γέγονεν ἀναμνησθῆναι βουλομένῳ ὧν Φραώτου ποτὲ ἤκουσα.’ ‘καὶ μὴν ἐγρηγορέναι τεεἶπενἐχρῆν μᾶλλον καὶ ξυντάττειν ἑαυτὸν ἐς τὸ παρηγγελμένον μέγα οὕτως ὄν.’ ‘καὶ πῶς ἂν ξυνταττοίμηνἔφημηδέ, τί ἐρήσεται, εἰδώς;’ ‘αὐτοσχεδιάσεις οὖνεἶπενὑπὲρ τοῦ βίου;’ ‘νὴ Δί᾽,’ ἔφη Δάμι, αὐτοσχεδίῳ γὰρ αὐτῷ χρῶμαι. ἀλλ᾽ γε ἀνεμνήσθην τοῦ Φραώτου βούλομαι διελθεῖν πρὸς σέ, χρηστὸν γὰρ ἐς τὰ παρόντα καὶ σοὶ δόξει: τοὺς λέοντας, οὓς τιθασεύουσιν ἄνθρωποι, κελεύει Φραώτης μήτε παίειν, μνησικακεῖν γὰρ αὐτούς, εἰ παίοιντο, μήτε θεραπεύειν, ἀγερώχους γὰρ ἐκ τούτου γίγνεσθαι, ξὺν ἀπειλῇ δὲ μᾶλλον καταψῶντας ἐς εὐάγωγα ἤθη ἄγειν. τοῦτο δὲ οὐχ ὑπὲρ τῶν λεόντων εἶπεν, οὐ γὰρ ὑπὲρ θηρίων ἀγωγῆς ἐσπουδάζομεν, ἀλλ᾽ ἡνίαν ἐπὶ τοὺς τυράννους διδούς, χρωμένους οὐκ ἂν ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου.’ ‘ἄριστα μὲνἔφη λόγος οὗτος ἐς τὰ τυράννων ἤθη εἴρηται, ἀλλ᾽ ἔστι τις καὶ παρὰ τῷ Αἰσώπῳ λέων ἐν τῷ σπηλαίῳ, φησὶ δ᾽ αὐτὸν Αἴσωπος οὐ νοσεῖν μέν, δοκεῖν δέ, καὶ τῶν θηρίων, ἐφοίτα παρ᾽ αὐτόν, ἅπτεσθαι, τὴν δὲ ἀλώπεκα τί τούτῳ χρησόμεθα, εἰπεῖν, παρ᾽ οὗ μηδὲ ἀναλύει τις, μηδὲ δείκνυταί τι τῶν ἐξιόντων ἴχνος;’ καὶ Ἀπολλώνιοςἀλλ᾽ ἐγὼἔφησοφωτέραν τὴν ἀλώπεκα ἡγούμην ἄν, εἰ παρελθοῦσα ἔσω μὴ ἥλω, ἀλλ᾽ ἐξῆλθε τοῦ σπηλαίου τὰ ἴχνη τὰ ἑαυτῆς δεικνῦσα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: